Componimenti

fr. 16 Voigt - La cosa più bella

ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαἶσ' ἐπ[ὶ] γᾶν μέλαι[ν]αν
ἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν' ὄτ-
τω τις ἔραται·

πά]γχυ δ'εὔμαρες σύνετον πόησαι
π]άντι τ[ο]ῦτ', ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος [ἀνθ]ρώπων Ἐλένα [τ]ὸν ἄνδρα
τὸν [ ] ιστον

καλλ[ίποι]σ' ἔβα 'ς Τροΐαν πλέοισα
κωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων τοκήων
πά[μπαν] ἐμνάσθη, ἀλλὰ παράγαγ' αὔταν
.] [.....]σαν

.....γν]αμπτον γὰρ [.....] νόημμα
....]... κούφως τ[......] νοήσῃ
..]με νῦν Ἀνακτορί[ασ] ὀνέμναι-
σ' οὐ] παρεοίσας,

τᾶ]ς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
πεσδομ]άχεντας.

KNOWLEDGE BASE

© 2020 - Un progetto di Alessandro Iannella - Licenza CC BY-NC-ND 4.0 - Leggi la Privacy Policy.