Componimenti

fr. 1 Voigt - Inno ad Afrodite

ποικιλόθρον’ ἀθανάτ’Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ’ἄσαισι μηδ’ὀνίασι δάμνα,
πότνια, θῦμον,

ἀλλὰ τυίδ’ἔλθ’, αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀΐοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες

ἄρμ’ὑπασδεύξαισα· κάλοι δὲ δ’ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντεσ πτερ’ἀπ’ὠράνω αἴθε-
ρος διὰ μέσσω·

αἶψα δ’ἐξίοντο· σὺ δ’, ὦ μάκαιρα,
μειδιαίσαισ’ἀθανάτῳ προσώπῳ
ἤρε’ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημμι

κὤττι μοι μαλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· “τίνα δηὖτε † πείθω
..σάγην † ἐς σάν φιλότατα; τίς σ’, ὦ
Ψάπφ’, ἀδικήει;

καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ’. ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθελοισα”.

ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δὲ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ’αὔτα
σύμμαχος ἔσσο.

KNOWLEDGE BASE

© 2020 - Un progetto di Alessandro Iannella - Licenza CC BY-NC-ND 4.0 - Leggi la Privacy Policy.