Componimenti

fr. 31 Voigt - Ode della gelosia

φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει

καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν,
ὠς γὰρ <ἔς > σ' ἴδω βρόχε' ὤς με φώνη-
σ' οὐδὲν ἔτ' εἴκει,

ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε λέπτον
δ' αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν,
ὀππάτεσσι δ' οὐδὲν ὄρημμ', ἐπιρρόμ-
βεισι δ' ἄκουαι,

κὰδ δ' ἴδρως ψῦχρος χέεται, τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης
φαίνομ' ἔμ' αὔτ[ᾳ.

ἀλλὰ πὰν τόλματον, ἐπεὶ †καὶ πένητα†

KNOWLEDGE BASE

© 2020 - Un progetto di Alessandro Iannella - Licenza CC BY-NC-ND 4.0 - Leggi la Privacy Policy.